|
The World's First Online Collaborative Commentary to an Ancient Text

Chapter 7.1: Cyrus does battle with Croesus and makes allies of the Egyptians; Abradatas dies valiantly.

1 Leave a comment on paragraph 1 2 1. Cyrus takes food while engaged in the sacrifice and shares the food with anyone who needs it most…
οἱ μὲν δὴ εὐξάμενοι τοῖς θεοῖς ἀπῇσαν πρὸς τὰς τάξεις: τῷ δὲ Κύρῳ καὶ τοῖς ἀμφ᾽ αὐτὸν προσήνεγκαν οἱ θεράποντες ἐμφαγεῖν καὶ πιεῖν ἔτι οὖσιν ἀμφὶ τὰ ἱερά. ὁ δὲ Κῦρος ὥσπερ εἶχεν ἑστηκὼς ἀπαρξάμενος ἠρίστα καὶ μετεδίδου ἀεὶ τῷ μάλιστα δεομένῳ: καὶ σπείσας καὶ εὐξάμενος ἔπιε, καὶ οἱ ἄλλοι δὲ οἱ περὶ αὐτὸν οὕτως ἐποίουν. μετὰ δὲ ταῦτα αἰτησάμενος Δία πατρῷον ἡγεμόνα εἶναι καὶ σύμμαχον ἀνέβαινεν ἐπὶ τὸν ἵππον καὶ τοὺς ἀμφ᾽ αὑτὸν ἐκέλευεν.

2 Leave a comment on paragraph 2 1 2. They all don their magnificent armor…
ὡπλισμένοι δὲ πάντες ἦσαν οἱ περὶ τὸν Κῦρον τοῖς αὐτοῖς Κύρῳ ὅπλοις, χιτῶσι φοινικοῖς, θώραξι χαλκοῖς, κράνεσι χαλκοῖς, λόφοις λευκοῖς, μαχαίραις, παλτῷ κρανεΐνῳ ἑνὶ ἕκαστος: οἱ δὲ ἵπποι προμετωπιδίοις καὶ προστερνιδίοις καὶ παραμηριδίοις χαλκοῖς: τὰ δ᾽ αὐτὰ ταῦτα παραμηρίδια ἦν καὶ τῷ ἀνδρί: τοσοῦτον μόνον διέφερον τὰ Κύρου ὅπλα ὅτι τὰ μὲν ἄλλα ἐκέχριτο τῷ χρυσοειδεῖ χρώματι, τὰ δὲ Κύρου ὅπλα ὥσπερ κάτοπτρον ἐξέλαμπεν.

3 Leave a comment on paragraph 3 1 3. Cyrus identifies a clap of thunder on his right as encouragement from Zeus…
ἐπεὶ δὲ ἀνέβη καὶ ἔστη ἀποβλέπων ᾗπερ ἔμελλε πορεύεσθαι, βροντὴ δεξιὰ ἐφθέγξατο: ὁ δ᾽ εἶπεν: ἑψόμεθά σοι, ὦ Ζεῦ μέγιστε. καὶ ὡρμᾶτο ἐν μὲν δεξιᾷ ἔχων Χρυσάνταν τὸν ἵππαρχον καὶ τοὺς ἱππέας, ἐν ἀριστερᾷ δὲ Ἀρσάμαν καὶ τοὺς πεζούς.

4 Leave a comment on paragraph 4 3 4. He gives orders to keep an eye on the standard, a golden eagle, the same to this day…
παρηγγύησε δὲ παρορᾶν πρὸς τὸ σημεῖον καὶ ἐν ἴσῳ ἕπεσθαι: ἦν δὲ αὐτῷ τὸ σημεῖον ἀετὸς χρυσοῦς ἐπὶ δόρατος μακροῦ ἀνατεταμένος. καὶ νῦν δ᾽ ἔτι τοῦτο τὸ σημεῖον τῷ Περσῶν βασιλεῖ διαμένει. πρὶν δὲ ὁρᾶν τοὺς πολεμίους εἰς τρὶς ἀνέπαυσε τὸ στράτευμα.

5 Leave a comment on paragraph 5 3 5. The armies prepare to meet, with Croesus making a double gamma, surrounding tactic…
ἐπεὶ δὲ προεληλύθεσαν ὡς εἴκοσι σταδίους, ἤρχοντο ἤδη τὸ τῶν πολεμίων στράτευμα ἀντιπροσιὸν καθορᾶν. ὡς δ᾽ ἐν τῷ καταφανεῖ πάντες ἀλλήλοις ἐγένοντο καὶ ἔγνωσαν οἱ πολέμιοι πολὺ ἑκατέρωθεν ὑπερφαλαγγοῦντες, στήσαντες τὴν αὑτῶν φάλαγγα οὐ γὰρ ἔστιν ἄλλως κυκλοῦσθαι, ἐπέκαμπτον εἰς κύκλωσιν, ὥσπερ γάμμα ἑκατέρωθεν τὴν ἑαυτῶν τάξιν ποιήσαντες, ὡς πάντοθεν ἅμα μάχοιντο.

6 Leave a comment on paragraph 6 0 6. Cyrus proceeds, remarking to Chrysantas how far forward their wings are moving from the center…
ὁ δὲ Κῦρος ὁρῶν ταῦτα οὐδέν τι μᾶλλον ἀφίστατο, ἀλλ᾽ ὡσαύτως ἡγεῖτο. κατανοῶν δὲ ὡς πρόσω τὸν καμπτῆρα ἑκατέρωθεν ἐποιήσαντο περὶ ὃν κάμπτοντες ἀνέτεινον τὰ κέρατα, ἐννοεῖς, ἔφη, ὦ Χρυσάντα, ἔνθα τὴν ἐπικαμπὴν ποιοῦνται; πάνυ γε, ἔφη ὁ Χρυσάντας, καὶ θαυμάζω γε: πολὺ γάρ μοι δοκοῦσιν ἀποσπᾶν τὰ κέρατα ἀπὸ τῆς ἑαυτῶν φάλαγγος. ναὶ μὰ Δί᾽, ἔφη ὁ Κῦρος, καὶ ἀπό γε τῆς ἡμετέρας.

7 Leave a comment on paragraph 7 0 7. Cyrus explains how the enemy plans to surround their flanks with this maneuver…
τί δὴ τοῦτο; δῆλον ὅτι φοβούμενοι μὴ ἢν ἐγγὺς ἡμῶν γένωνται τὰ κέρατα τῆς φάλαγγος ἔτι πρόσω οὔσης, ἐπιθώμεθα αὐτοῖς. ἔπειτ᾽, ἔφη ὁ Χρυσάντας, πῶς δυνήσονται ὠφελεῖν οἱ ἕτεροι τοὺς ἑτέρους οὕτω πολὺ ἀπέχοντες ἀλλήλων; ἀλλὰ δῆλον, ἔφη ὁ Κῦρος, ὅτι ἡνίκα ἂν γένωνται τὰ κέρατα ἀναβαίνοντα κατ᾽ ἀντιπέρας τῶν πλαγίων τοῦ ἡμετέρου στρατεύματος, στραφέντες ὡς εἰς φάλαγγα ἅμα πάντοθεν ἡμῖν προσίασι μαχούμενοι.

8 Leave a comment on paragraph 8 0 8. This would be a good strategy for what the enemy can see, but a very bad one for what they cannot…
οὐκοῦν, ἔφη ὁ Χρυσάντας, εὖ σοι δοκοῦσι βουλεύεσθαι; πρός γε ἃ ὁρῶσι: πρὸς δὲ ἃ οὐχ ὁρῶσιν ἔτι κάκιον ἢ εἰ κατὰ κέρας προσῇσαν. ἀλλὰ σὺ μέν, ἔφη, ὦ Ἀρσάμα, ἡγοῦ τῷ πεζῷ ἠρέμα ὥσπερ ἐμὲ ὁρᾷς: καὶ σύ, ὦ Χρυσάντα, ἐν ἴσῳ τούτῳ τὸ ἱππικὸν ἔχων συμπαρέπου. ἐγὼ δὲ ἄπειμι ἐκεῖσε ὅθεν μοι δοκεῖ καιρὸς εἶναι ἄρχεσθαι τῆς μάχης: ἅμα δὲ παριὼν ἐπισκέψομαι ἕκαστα πῶς ἡμῖν ἔχει.

9 Leave a comment on paragraph 9 1 9. He urges them to press on as soon as he begins the paean…
ἐπειδὰν δ᾽ ἐκεῖ γένωμαι, ὅταν ἤδη ὁμοῦ προσιόντες ἀλλήλοις γιγνώμεθα, παιᾶνα ἐξάρξω, ὑμεῖς δὲ ἐπείγεσθε. ἡνίκα δ᾽ ἂν ἡμεῖς ἐγχειρῶμεν τοῖς πολεμίοις, αἰσθήσεσθε μέν, οὐ γὰρ οἶμαι ὀλίγος θόρυβος ἔσται, ὁρμήσεται δὲ τηνικαῦτα Ἀβραδάτας ἤδη σὺν τοῖς ἅρμασιν εἰς τοὺς ἐναντίους: οὕτω γὰρ αὐτῷ εἰρήσεται: ὑμᾶς δὲ χρὴ ἕπεσθαι ἐχομένους ὅτι μάλιστα τῶν ἁρμάτων. οὕτω γὰρ μάλιστα τοῖς πολεμίοις τεταραγμένοις ἐπιπεσούμεθα. παρέσομαι δὲ κἀγὼ ᾗ ἂν δύνωμαι τάχιστα διώκων τοὺς ἄνδρας, ἢν οἱ θεοὶ θέλωσι.

10 Leave a comment on paragraph 10 1 10. He gives the watchword to the lines…
ταῦτ᾽ εἰπὼν καὶ ξύνθημα παρεγγυήσας Ζεὺς σωτὴρ καὶ ἡγεμὼν ἐπορεύετο. μεταξὺ δὲ τῶν ἁρμάτων καὶ τῶν θωρακοφόρων διαπορευόμενος ὁπότε προσβλέψειέ τινας τῶν ἐν ταῖς τάξεσι, τότε μὲν εἶπεν ἄν: ὦ ἄνδρες, ὡς ἡδὺ ὑμῶν τὰ πρόσωπα θεάσασθαι. τοτὲ δ᾽ αὖ ἐν ἄλλοις ἂν ἔλεξεν: ἆρα ἐννοεῖτε, ἄνδρες, ὅτι ὁ νῦν ἀγών ἐστιν οὐ μόνον περὶ τῆς τήμερον νίκης, ἀλλὰ καὶ περὶ τῆς πρόσθεν ἣν νενικήκατε καὶ περὶ πάσης εὐδαιμονίας;

11 Leave a comment on paragraph 11 1 11. To others he praises the blessings of the gods and exhorts them to be valiant…
ἐν ἄλλοις δ᾽ ἂν παριὼν εἶπεν: ὦ ἄνδρες, τὸ ἀπὸ τοῦδε οὐδέν ποτε ἔτι θεοὺς αἰτιατέον ἔσται: παραδεδώκασι γὰρ ἡμῖν πολλά τε καὶ ἀγαθὰ κτήσασθαι.

12 Leave a comment on paragraph 12 0 12. He describes the battle as a great feast to which they all have brought things for mutual benefit…
ἀλλ᾽ ἄνδρες ἀγαθοὶ γενώμεθα. κατ᾽ ἄλλους δ᾽ αὖ τοιάδε: ὦ ἄνδρες, εἰς τίνα ποτ᾽ ἂν καλλίονα ἔρανον ἀλλήλους παρακαλέσαιμεν ἢ εἰς τόνδε; νῦν γὰρ ἔξεστιν ἀγαθοῖς ἀνδράσι γενομένοις πολλὰ κἀγαθὰ ἀλλήλοις εἰσενεγκεῖν.

13 Leave a comment on paragraph 13 0 13. He enumerates the benefits to the victors and the shame for the cowards…
κατ᾽ ἄλλους δ᾽ αὖ: ἐπίστασθε μέν, οἶμαι, ὦ ἄνδρες, ὅτι νῦν ἆθλα πρόκειται τοῖς νικῶσι μὲν διώκειν, παίειν, κατακαίνειν, ἀγαθὰ ἔχειν, καλὰ ἀκούειν, ἐλευθέροις εἶναι, ἄρχειν: τοῖς δὲ κακοῖς δῆλον ὅτι τἀναντία τούτων. ὅστις οὖν αὑτὸν φιλεῖ, μετ᾽ ἐμοῦ μαχέσθω: ἐγὼ γὰρ κακὸν οὐδὲν οὐδ᾽ αἰσχρὸν ἑκὼν εἶναι προσήσομαι.

14 Leave a comment on paragraph 14 0 14. To those who fought with him before he says that they know how the brave and cowardly fare in battle…
ὁπότε δ᾽ αὖ γένοιτο κατά τινας τῶν πρόσθεν συμμαχεσαμένων, εἶπεν ἄν: πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες, τί δεῖ λέγειν; ἐπίστασθε γὰρ οἵαν τε οἱ ἀγαθοὶ ἐν ταῖς μάχαις ἡμέραν ἄγουσι καὶ οἵαν οἱ κακοί.

15 Leave a comment on paragraph 15 1 15. He meets Abradatas and some others, assuring him that the Persians will support him…
ὡς δὲ παριὼν κατὰ Ἀβραδάταν ἐγένετο, ἔστη: καὶ ὁ Ἀβραδάτος παραδοὺς τῷ ὑφηνιόχῳ τὰς ἡνίας προσῆλθεν αὐτῷ: προσέδραμον δὲ καὶ ἄλλοι τῶν πλησίον τεταγμένων καὶ πεζῶν καὶ ἁρματηλατῶν. ὁ δ᾽ αὖ Κῦρος ἐν τοῖς παραγεγενημένοις ἔλεξεν: ὁ μὲν θεός, ὦ Ἀβραδάτα, ὥσπερ σὺ ἠξίους, συνηξίωσέ σε καὶ τοὺς σὺν σοὶ πρωτοστάτας εἶναι τῶν συμμάχων: σὺ δὲ τοῦτο μέμνησο, ὅταν δέῃ σε ἤδη ἀγωνίζεσθαι, ὅτι Πέρσαι οἵ τε θεασόμενοι ὑμᾶς ἔσονται καὶ οἱ ἑψόμενοι ὑμῖν καὶ οὐκ ἐάσοντες ἐρήμους ὑμᾶς ἀγωνίζεσθαι.

16 Leave a comment on paragraph 16 0 16. Abradatas shows more concern for the flanks than the center…
καὶ ὁ Ἀβραδάτας εἶπεν: ἀλλὰ τὰ μὲν καθ᾽ ἡμᾶς ἔμοιγε δοκεῖ, ὦ Κῦρε, καλῶς ἔχειν: ἀλλὰ τὰ πλάγια λυπεῖ με, ὅτι τὰ μὲν τῶν πολεμίων κέρατα ἰσχυρὰ ὁρῶ ἀνατεινόμενα καὶ ἅρμασι καὶ παντοδαπῇ στρατιᾷ: ἡμέτερον δ᾽ οὐδὲν ἄλλο αὐτοῖς ἀντιτέτακται ἢ ἅρματα: ὥστ᾽ ἔγωγ᾽, ἔφη, εἰ μὴ ἔλαχον τήνδε τὴν τάξιν, ᾐσχυνόμην ἂν ἐνθάδε ὤν: οὕτω πολύ μοι δοκῶ ἐν ἀσφαλεστάτῳ εἶναι.

17 Leave a comment on paragraph 17 1 17. Cyrus instructs him not to engage the enemy until he has put the flanks to flight…
καὶ ὁ Κῦρος εἶπεν: ἀλλ᾽ εἰ τὰ παρὰ σοὶ καλῶς ἔχει, θάρρει ὑπὲρ ἐκείνων: ἐγὼ γάρ σοι σὺν θεοῖς ἔρημα τῶν πολεμίων τὰ πλάγια ταῦτα ἀποδείξω. καὶ σὺ μὴ πρότερον ἔμβαλλε τοῖς ἐναντίοις, διαμαρτύρομαι, πρὶν ἂν φεύγοντας τούτους οὓς νῦν φοβῇ θεάσῃ: τοιαῦτα δ᾽ ἐμεγαληγόρει, μελλούσης τῆς μάχης γίγνεσθαι: ἄλλως δ᾽ οὐ μάλα μεγαλήγορος ἦν: ὅταν μέντοι ἴδῃς τούτους φεύγοντας, ἐμέ τε ἤδη παρεῖναι νόμιζε καὶ ὅρμα εἰς τοὺς ἄνδρας: καὶ σὺ γὰρ τότε τοῖς μὲν ἐναντίοις κακίστοις ἂν χρήσαιο, τοῖς δὲ μετὰ σαυτοῦ ἀρίστοις.

18 Leave a comment on paragraph 18 0 18. He tells Abradatas to encourage his own men to the charge…
ἀλλ᾽ ἕως ἔτι σοι σχολή, ὦ Ἀβραδάτα, πάντως παρελάσας παρὰ τὰ σαυτοῦ ἅρματα παρακάλει τοὺς σὺν σοὶ εἰς τὴν ἐμβολήν, τῷ μὲν προσώπῳ παραθαρρύνων, ταῖς δ᾽ ἐλπίσιν ἐπικουφίζων. ὅπως δὲ κράτιστοι φανεῖσθε τῶν ἐπὶ τοῖς ἅρμασι, φιλονικίαν αὐτοῖς ἔμβαλλε: καὶ γάρ, εὖ ἴσθι, ἢν τάδε εὖ γένηται, πάντες ἐροῦσι τὸ λοιπὸν μηδὲν εἶναι κερδαλεώτερον ἀρετῆς. ὁ μὲν δὴ Ἀβραδάτας ἀναβὰς παρήλαυνε καὶ ταῦτ᾽ ἐποίει.

19 Leave a comment on paragraph 19 0 19. Cyrus exhorts Hystaspas, commander of half the Persian cavalry, to approach the enemy with speed…
ὁ δ᾽ αὖ Κῦρος παριὼν ὡς ἐγένετο πρὸς τῷ εὐωνύμῳ, ἔνθα ὁ Ὑστάσπας τοὺς ἡμίσεις ἔχων ἦν τῶν Περσῶν ἱππέων, ὀνομάσας αὐτὸν εἶπεν: ὦ Ὑστάσπα, νῦν ὁρᾷς; ἔργον τῆς σῆς ταχυεργίας: νῦν γὰρ ἢν φθάσωμεν τοὺς πολεμίους κατακανόντες, οὐδεὶς ἡμῶν ἀποθανεῖται.

20 Leave a comment on paragraph 20 1 20. Cyrus says that he will join Hystaspas on the flanks…
καὶ ὁ Ὑστάσπας ἐπιγελάσας εἶπεν: ἀλλὰ περὶ μὲν τῶν ἐξ ἐναντίας ἡμῖν μελήσει, τοὺς δ᾽ ἐκ πλαγίου σὺ ἄλλοις πρόσταξον, ὅπως μηδ᾽ οὗτοι σχολάζωσι. καὶ ὁ Κῦρος εἶπεν: ἀλλ᾽ ἐπί γε τούτους ἐγὼ αὐτὸς παρέρχομαι: ἀλλ᾽, ὦ Ὑστάσπα, τόδε μέμνησο, ὅτῳ ἂν ἡμῶν ὁ θεὸς νίκην διδῷ, ἤν τί που μένῃ πολέμιον, πρὸς τὸ μαχόμενον ἀεὶ συμβάλλωμεν.

21 Leave a comment on paragraph 21 0 21. He tells the commander of the chariots to try to break through the lines…
ταῦτ᾽ εἰπὼν προῄει. ἐπεὶ δὲ κατὰ τὸ πλευρὸν παριὼν ἐγένετο καὶ κατὰ τὸν ἄρχοντα τῶν ταύτῃ ἁρμάτων, πρὸς τοῦτον ἔλεξεν: ἐγὼ δὲ ἔρχομαι ὑμῖν ἐπικουρήσων: ἀλλ᾽ ὁπόταν αἴσθησθε ἡμᾶς ἐπιτιθεμένους κατ᾽ ἄκρον, τότε καὶ ὑμεῖς πειρᾶσθε ἅμα διὰ τῶν πολεμίων ἐλαύνειν: πολὺ γὰρ ἐν ἀσφαλεστέρῳ ἔσεσθε ἔξω γενόμενοι ἢ ἔνδον ἀπολαμβανόμενοι.

22 Leave a comment on paragraph 22 0 22. He gives further instructions to Artagerses and Pharnachus…
ἐπεὶ δ᾽ αὖ παριὼν ἐγένετο ὄπισθεν τῶν ἁρμαμαξῶν, Ἀρταγέρσαν μὲν καὶ Φαρνοῦχον ἐκέλευσεν ἔχοντας τήν τε τῶν πεζῶν χιλιοστὺν καὶ τὴν τῶν ἱππέων μένειν αὐτοῦ. ἐπειδὰν δ᾽, ἔφη, αἰσθάνησθε ἐμοῦ ἐπιτιθεμένου τοῖς κατὰ τὸ δεξιὸν κέρας, τότε καὶ ὑμεῖς τοῖς καθ᾽ ὑμᾶς ἐπιχειρεῖτε: μαχεῖσθε δ᾽, ἔφη, πρὸς κέρας, ᾗπερ ἀσθενέστατον στράτευμα γίγνεται, φάλαγγα δ᾽ ἔχοντες, ὥσπερ ἂν ἰσχυρότατοι εἴητε. καὶ εἰσὶ μέν, ὡς ὁρᾶτε, τῶν πολεμίων ἱππεῖς οἱ ἔσχατοι: πάντως δὲ πρόετε πρὸς αὐτοὺς τὴν τῶν καμήλων τάξιν, καὶ εὖ ἴστε ὅτι καὶ πρὶν μάχεσθαι γελοίους τοὺς πολεμίους θεάσεσθε.

23 Leave a comment on paragraph 23 0 23. Croesus tells his wings to halt and engage with the enemy…
ὁ μὲν δὴ Κῦρος ταῦτα διαπραξάμενος ἐπὶ τὸ δεξιὸν παρῄει: ὁ δὲ Κροῖσος νομίσας ἤδη ἐγγύτερον εἶναι τῶν πολεμίων τὴν φάλαγγα σὺν ᾗ αὐτὸς ἐπορεύετο ἢ τὰ ἀνατεινόμενα κέρατα, ἦρε τοῖς κέρασι σημεῖον μηκέτι ἄνω πορεύεσθαι, ἀλλ᾽ αὐτοῦ ἐν χώρᾳ στραφῆναι. ὡς δ᾽ ἔστησαν ἀντία πρὸς τὸ τοῦ Κύρου στράτευμα ὁρῶντες, ἐσήμηνεν αὐτοῖς πορεύεσθαι πρὸς τοὺς πολεμίους.

24 Leave a comment on paragraph 24 0 24. All of Cyrus’ army, except the rear, is encompassed and fearful…
καὶ οὕτω δὴ προσῇσαν τρεῖς φάλαγγες ἐπὶ τὸ Κύρου στράτευμα, ἡ μὲν μία κατὰ πρόσωπον, τὼ δὲ δύο, ἡ μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον: ὥστε πολὺν φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ. ὥσπερ γὰρ μικρὸν πλινθίον ἐν μεγάλῳ τεθέν, οὕτω καὶ τὸ Κύρου στράτευμα πάντοθεν περιείχετο ὑπὸ τῶν πολεμίων καὶ ἱππεῦσι καὶ ὁπλίταις καὶ πελτοφόροις καὶ τοξόταις καὶ ἅρμασι πλὴν ἐξόπισθεν.

25 Leave a comment on paragraph 25 0 25. Nevertheless, when Cyrus gave the command they turned and faced the enemy…
ὅμως δὲ ὡς ὁ Κῦρος ἐπεὶ παρήγγειλεν, ἐστράφησαν πάντες ἀντιπρόσωποι τοῖς πολεμίοις: καὶ ἦν μὲν πολλὴ πανταχόθεν σιγὴ ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν: ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός.

26 Leave a comment on paragraph 26 1 26. After this they raise a shout to Enyalius and Cyrus dashes forward…
μετὰ δὲ τοῦτο τῷ Ἐνυαλίῳ τε ἅμα ἐπηλάλαξαν καὶ ἐξανίσταται ὁ Κῦρος, καὶ εὐθὺς μὲν μετὰ τῶν ἱππέων λαβὼν πλαγίους τοὺς πολεμίους ὁμόσε αὐτοῖς τὴν ταχίστην συνεμίγνυεν: οἱ δὲ πεζοὶ αὐτῷ συντεταγμένοι ταχὺ ἐφείποντο, καὶ περιεπτύσσοντο ἔνθεν καὶ ἔνθεν, ὥστε πολὺ ἐπλεονέκτει: φάλαγγι γὰρ κατὰ κέρας προσέβαλλεν: ὥστε ταχὺ ἰσχυρὰ φυγὴ ἐγένετο τοῖς πολεμίοις.

27 Leave a comment on paragraph 27 0 27. Artagerses, noting Cyrus’ action, attacks with camels on the left…
ὡς δὲ ᾔσθετο Ἀρταγέρσης ἐν ἔργῳ ὄντα τὸν Κῦρον, ἐπιτίθεται καὶ αὐτὸς κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους ὥσπερ Κῦρος ἐκέλευσεν. οἱ δὲ ἵπποι αὐτὰς ἐκ πάνυ πολλοῦ οὐκ ἐδέχοντο, ἀλλ᾽ οἱ μὲν ἔκφρονες γιγνόμενοι ἔφευγον, οἱ δ᾽ ἐξήλλοντο, οἱ δ᾽ ἐνέπιπτον ἀλλήλοις. τοιαῦτα γὰρ πάσχουσιν ἵπποι ὑπὸ καμήλων.

28 Leave a comment on paragraph 28 0 28. Artagerses falls upon the confusion and the chariots charge from left and right…
ὁ δὲ Ἀρταγέρσης συντεταγμένους ἔχων τοὺς μεθ᾽ ἑαυτοῦ ταραττομένοις ἐπέκειτο: καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον ἅμα ἐνέβαλλε. καὶ πολλοὶ μὲν τὰ ἅρματα φεύγοντες ὑπὸ τῶν κατὰ κέρας ἑπομένων ἀπέθνῃσκον, πολλοὶ δὲ τούτους φεύγοντες ὑπὸ τῶν ἁρμάτων ἡλίσκοντο.

29 Leave a comment on paragraph 29 0 29. Abradatas joins the fight, calling to his friends and whipping his horses mercilessly into action…
καὶ ὁ Ἀβραδάτας δὲ οὐκέτι ἔμελλεν, ἀλλ᾽ ἀναβοήσας: ἄνδρες φίλοι, ἕπεσθε, ἐνίει οὐδὲν φειδόμενος τῶν ἵππων, ἀλλ᾽ ἰσχυρῶς ἐξαιμάττων τῷ κέντρῳ: συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ τὰ μὲν ἅρματα ἔφευγεν αὐτοὺς εὐθύς, τὰ μὲν ἀναλαβόντα τοὺς παραβάτας, τὰ δὲ καὶ ἀπολιπόντα.

30 Leave a comment on paragraph 30 0 30. Abradatas hurls himself directly into the Egyptian phalanx…
ὁ δὲ Ἀβραδάτας ἀντικρὺ διᾴττων εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει: συνεισέβαλον δὲ αὐτῷ καὶ οἱ ἐγγύτατα τεταγμένοι. πολλαχοῦ μὲν οὖν καὶ ἄλλοθι δῆλον ὡς οὐκ ἔστιν ἰσχυροτέρα φάλαγξ ἢ ὅταν ἐκ φίλων συμμάχων ἡθροισμένη ᾖ, καὶ ἐν τούτῳ δὲ ἐδήλωσεν. οἱ μὲν γὰρ ἑταῖροί τε αὐτοῦ καὶ ὁμοτράπεζοι συνεισέβαλλον: οἱ δ᾽ ἄλλοι ἡνίοχοι ὡς εἶδον ὑπομένοντας πολλῷ στίφει τοὺς Αἰγυπτίους, ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἅρματα καὶ τούτοις ἐφείποντο.

31 Leave a comment on paragraph 31 0 31. The Egyptians could not move aside from Abradatas’ charge and are mangled in its path…
οἱ δὲ ἀμφὶ Ἀβραδάταν ᾗ μὲν ἐνέβαλλον, ἅτε οὐ δυναμένων διαχάσασθαι τῶν Αἰγυπτίων διὰ τὸ μένειν τοὺς ἔνθεν καὶ ἔνθεν αὐτῶν, τοὺς μὲν ὀρθοὺς τῇ ῥύμῃ τῇ τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων καὶ αὐτοὺς καὶ ὅπλα καὶ ἵπποις καὶ τροχοῖς. ὅτου δ᾽ ἐπιλάβοιτο τὰ δρέπανα, πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα.

32 Leave a comment on paragraph 32 0 32. Abradatas and those who followed him are thrown to the ground and though valorous slain…
ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ Ἀβραδάτας καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων, καὶ οὗτοι μὲν ἐνταῦθα ἄνδρες ἀγαθοὶ γενόμενοι κατεκόπησαν καὶ ἀπέθανον: οἱ δὲ Πέρσαι συνεπισπόμενοι, ᾗ μὲν ὁ Ἀβραδάτας ἐνέβαλε καὶ οἱ σὺν αὐτῷ, ταύτῃ ἐπεισπεσόντες τεταραγμένους ἐφόνευον, ᾗ δὲ ἀπαθεῖς ἐγένοντο οἱ Αἰγύπτιοι πολλοὶ δ᾽ οὗτοι ἦσαν, ἐχώρουν ἐναντίοι τοῖς Πέρσαις.

33 Leave a comment on paragraph 33 0 33. The Persians struggle with the better armed Egyptian phalanx…
ἔνθα δὴ δεινὴ μάχη ἦν καὶ δοράτων καὶ ξυστῶν καὶ μαχαιρῶν: ἐπλεονέκτουν μέντοι οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ὅπλοις. τά τε γὰρ δόρατα ἰσχυρὰ καὶ μακρὰ ἔτι καὶ νῦν ἔχουσιν, αἵ τε ἀσπίδες πολὺ μᾶλλον τῶν θωράκων καὶ τῶν γέρρων καὶ στεγάζουσι τὰ σώματα καὶ πρὸς τὸ ὠθεῖσθαι συνεργάζονται πρὸς τοῖς ὤμοις οὖσαι. συγκλείσαντες οὖν τὰς ἀσπίδας ἐχώρουν καὶ ἐώθουν.

34 Leave a comment on paragraph 34 0 34. They Persians retreat into range of the towers, which fire on the Egyptians…
οἱ δὲ Πέρσαι οὐκ ἐδύναντο ἀντέχειν, ἅτε ἐν ἄκραις ταῖς χερσὶ τὰ γέρρα ἔχοντες, ἀλλ᾽ ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ μέντοι ἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἀπὸ τῶν πύργων: καὶ οἱ ἐπὶ πᾶσι δὲ οὐκ εἴων φεύγειν οὔτε τοὺς τοξότας οὔτε τοὺς ἀκοντιστάς, ἀλλ᾽ ἀνατεταμένοι τὰς μαχαίρας ἠνάγκαζον καὶ τοξεύειν καὶ ἀκοντίζειν.

35 Leave a comment on paragraph 35 1 35. Dreadful carnage ensues…
ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ὅπλων καὶ βελῶν παντοδαπῶν, πολλὴ δὲ βοὴ τῶν μὲν ἀνακαλούντων ἀλλήλους, τῶν δὲ παρακελευομένων, τῶν δὲ θεοὺς ἐπικαλουμένων.

36 Leave a comment on paragraph 36 0 36. Cyrus attacks the enemy from the rear…
ἐν δὲ τούτῳ Κῦρος διώκων τοὺς καθ᾽ αὑτὸν παραγίγνεται. ὡς δ᾽ εἶδε τοὺς Πέρσας ἐκ τῆς χώρας ἐωσμένους, ἤλγησέ τε καὶ γνοὺς ὅτι οὐδαμῶς ἂν θᾶττον σχοίη τοὺς πολεμίους τῆς εἰς τὸ πρόσθεν προόδου ἢ εἰ εἰς τὸ ὄπισθεν περιελάσειεν αὐτῶν, παραγγείλας ἕπεσθαι τοῖς μεθ᾽ αὑτοῦ περιήλαυνεν εἰς τὸ ὄπισθεν: καὶ εἰσπεσόντες παίουσιν ἀφορῶντας καὶ πολλοὺς κατακαίνουσιν.

37 Leave a comment on paragraph 37 0 37. Cyrus’ horse is struck in the belly, throwing him…
οἱ δὲ Αἰγύπτιοι ὡς ᾔσθοντο, ἐβόων τε ὅτι ὄπισθεν οἱ πολέμιοι καὶ ἐστρέφοντο ἐν ταῖς πληγαῖς. καὶ ἐνταῦθα δὴ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς, πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει εἰς τὴν γαστέρα τῇ μαχαίρᾳ τὸν ἵππον αὐτοῦ: ὁ δὲ ἵππος πληγεὶς σφαδᾴζων ἀποσείεται τὸν Κῦρον.

38 Leave a comment on paragraph 38 0 38. All of his men lunge to Cyrus’ rescue and one puts him on his horse…
ἔνθα δὴ ἔγνω ἄν τις ὅσου ἄξιον εἴη τὸ φιλεῖσθαι ἄρχοντα ὑπὸ τῶν περὶ αὐτόν. εὐθὺς γὰρ ἀνεβόησάν τε πάντες καὶ προσπεσόντες ἐμάχοντο: ἐώθουν, ἐωθοῦντο, ἔπαιον, ἐπαίοντο. καταπηδήσας δέ τις ἀπὸ τοῦ ἵππου τῶν τοῦ Κύρου ὑπηρετῶν ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον.

39 Leave a comment on paragraph 39 0 39. The Egyptians are assailed from all sides by the arrival of Hystaspas and Chrysantas…
ὡς δ᾽ ἀνέβη ὁ Κῦρος, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους: καὶ γὰρ Ὑστάσπας ἤδη παρῆν σὺν τοῖς Περσῶν ἱππεῦσι καὶ Χρυσάντας. ἀλλὰ τούτους ἐμβάλλειν μὲν οὐκέτι εἴα εἰς τὴν φάλαγγα τῶν Αἰγυπτίων, ἔξωθεν δὲ τοξεύειν καὶ ἀκοντίζειν ἐκέλευεν. ὡς δ᾽ ἐγένετο περιελαύνων παρὰ τὰς μηχανάς, ἔδοξεν αὐτῷ ἀναβῆναι ἐπὶ τῶν πύργων τινὰ καὶ κατασκέψασθαι εἴ πῃ καὶ ἄλλο τι μένοι τῶν πολεμίων καὶ μάχοιτο.

40 Leave a comment on paragraph 40 0 40. He observes that only the Egyptians are making a stand, but they are in disarray and suffering…
ἐπεὶ δὲ ἀνέβη, κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευγόντων, διωκόντων, κρατούντων, κρατουμένων: μένον δ᾽ οὐδαμοῦ οὐδὲν ἔτι ἐδύνατο κατιδεῖν πλὴν τὸ τῶν Αἰγυπτίων: οὗτοι δὲ ἐπειδὴ ἠποροῦντο, πάντοθεν κύκλον ποιησάμενοι, ὥστε ὁρᾶσθαι τὰ ὅπλα, ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο: καὶ ἐποίουν μὲν οὐδὲν ἔτι, ἔπασχον δὲ πολλὰ καὶ δεινά.

41 Leave a comment on paragraph 41 0 41. Cyrus marvels at their conduct and pities them…
ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτίρων ὅτι ἀγαθοὶ ἄνδρες ὄντες ἀπώλλυντο, ἀνεχώρισε πάντας τοὺς περιμαχομένους καὶ μάχεσθαι οὐδένα ἔτι εἴα. πέμπει δὲ πρὸς αὐτοὺς κήρυκα ἐρωτῶν πότερα βούλονται ἀπολέσθαι πάντες ὑπὲρ τῶν προδεδωκότων αὐτοὺς ἢ σωθῆναι ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι. οἱ δ᾽ ἀπεκρίναντο: πῶς δ᾽ ἂν ἡμεῖς σωθείημεν ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι;

42 Leave a comment on paragraph 42 0 42. Cyrus explains that they are recognized as the only group to hold its ground…
ὁ δὲ Κῦρος πάλιν ἔλεγεν: ὅτι ἡμεῖς ὑμᾶς ὁρῶμεν μόνους καὶ μένοντας καὶ μάχεσθαι θέλοντας. ἀλλὰ τοὐντεῦθεν, ἔφασαν οἱ Αἰγύπτιοι, τί καλὸν ἂν ποιοῦντες σωθείημεν; καὶ ὁ Κῦρος αὖ πρὸς τοῦτο εἶπεν: εἰ τῶν τε συμμαχομένων μηδένα προδόντες σωθείητε τά τε ὅπλα παραδόντες φίλοι τε γενόμενοι τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι.

43 Leave a comment on paragraph 43 0 43. Cyrus vows to treat them as friends…
ἀκούσαντες ταῦτα ἐπήροντο: ἢν δὲ γενώμεθά σοι φίλοι, τί ἡμῖν ἀξιώσεις χρῆσθαι; ἀπεκρίνατο ὁ Κῦρος εὖ ποιεῖν καὶ εὖ πάσχειν. ἐπηρώτων πάλιν οἱ Αἰγύπτιοι τίνα εὐεργεσίαν: πρὸς τοῦτο εἶπεν ὁ Κῦρος: μισθὸν μὲν ὑμῖν δοίην ἂν πλείονα ἢ νῦν ἐλαμβάνετε ὅσον ἂν χρόνον πόλεμος ᾖ: εἰρήνης δὲ γενομένης τῷ βουλομένῳ ὑμῶν μένειν παρ᾽ ἐμοὶ χώραν τε δώσω καὶ πόλεις καὶ γυναῖκας καὶ οἰκέτας.

44 Leave a comment on paragraph 44 0 44. They ask only not to have to fight against Croesus and accept everything else in good faith…
ἀκούσαντες ταῦτα οἱ Αἰγύπτιοι τὸ μὲν ἐπὶ Κροῖσον συστρατεύειν ἀφελεῖν σφίσιν ἐδεήθησαν: τούτῳ γὰρ μόνῳ γιγνώσκεσθαι ἔφασαν: τὰ δ᾽ ἄλλα συνομολογήσαντες ἔδοσαν πίστιν καὶ ἔλαβον.

45 Leave a comment on paragraph 45 0 45. The Egyptians who stayed with Cyrus have continued in these regions to this day…
καὶ οἱ Αἰγύπτιοί τε οἱ καταμείναντες τότε ἔτι καὶ νῦν βασιλεῖ πιστοὶ διαμένουσι, Κῦρός τε πόλεις αὐτοῖς ἔδωκε, τὰς μὲν ἄνω, αἳ ἔτι καὶ νῦν πόλεις Αἰγυπτίων καλοῦνται, Λάρισαν δὲ καὶ Κυλλήνην παρὰ Κύμην πλησίον θαλάττης, ἃς ἔτι καὶ νῦν οἱ ἀπ᾽ ἐκείνων ἔχουσι. ταῦτα δὲ διαπραξάμενος ὁ Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο ἐν Θυμβράροις.

46 Leave a comment on paragraph 46 0 46. The Egyptians are the best on the enemy side and the Persian cavalry on Cyrus’ side…
ἐν δὲ τῇ μάχῃ τῶν πολεμίων Αἰγύπτιοι μόνοι ηὐδοκίμησαν, τῶν δὲ σὺν Κύρῳ τὸ Περσῶν ἱππικὸν κράτιστον ἔδοξεν εἶναι: ὥστ᾽ ἔτι καὶ νῦν διαμένει ἡ ὅπλισις ἣν τότε Κῦρος τοῖς ἱππεῦσι κατεσκεύασεν.

47 Leave a comment on paragraph 47 0 47. The scythe-bearing chariots also did well and have been retained by kings to Xenophon’s time…
ηὐδοκίμησε δὲ ἰσχυρῶς καὶ τὰ δρεπανηφόρα ἅρματα: ὥστε καὶ τοῦτο ἔτι καὶ νῦν διαμένει τὸ πολεμιστήριον τῷ ἀεὶ βασιλεύοντι.

48 Leave a comment on paragraph 48 0 48. The camels did nothing but scare the horses and could not be used for combat…
αἱ μέντοι κάμηλοι ἐφόβουν μόνον τοὺς ἵππους, οὐ μέντοι κατέκαινόν γε οἱ ἐπ᾽ αὐτῶν ἱππεῖς, οὐδ᾽ αὐτοί γε ἀπέθνῃσκον ὑπὸ ἱππέων: οὐδεὶς γὰρ ἵππος ἐπέλαζε.

49 Leave a comment on paragraph 49 0 49. They have been retained as pack animals but no gentleman would train to fight on one…
καὶ χρήσιμον μὲν ἐδόκει εἶναι: ἀλλὰ γὰρ οὔτε τρέφειν οὐδεὶς ἐθέλει καλὸς κἀγαθὸς κάμηλον ὥστ᾽ ἐποχεῖσθαι οὔτε μελετᾶν ὡς πολεμήσων ἀπὸ τούτων. οὕτω δὴ ἀπολαβοῦσαι πάλιν τὸ ἑαυτῶν σχῆμα ἐν τοῖς σκευοφόροις διάγουσι.

page 37