|
The World's First Online Collaborative Commentary to an Ancient Text

Chapter 5.5: Cyrus’ vast alliance shames Cyaxares, but he wins him over by demonstrating his good will.

1 Leave a comment on paragraph 1 0 1. Cyrus requests that Cyaxares come to his camp to strategize on the attack of the Assyrians…
ἐπεὶ δὲ ταῦτα διεπέπρακτο, πέμπει πρὸς Κυαξάρην καὶ ἐπέστειλεν αὐτῷ ἥκειν ἐπὶ τὸ στρατόπεδον, ὅπως περὶ τῶν φρουρίων ὧν εἰλήφεσαν βουλεύσαιντο ὅ τι χρήσαιντο, καὶ ὅπως θεασάμενος τὸ στράτευμα καὶ περὶ τῶν ἄλλων σύμβουλος γίγνοιτο ὅ τι δοκοίη ἐκ τούτου πράττειν: ἐὰν δὲ κελεύῃ, εἰπέ, ἔφη, ὅτι ἐγὼ ἂν ὡς ἐκεῖνον ἰοίην συστρατοπεδευσόμενος.

2 Leave a comment on paragraph 2 0 2. He prepares the captured tent of the Assyrians’ king for Cyaxares…
ὁ μὲν δὴ ἄγγελος ᾤχετο ταῦτ᾽ ἀπαγγελῶν. ὁ δὲ Κῦρος ἐν τούτῳ ἐκέλευσε τὴν τοῦ Ἀσσυρίου σκηνήν, ἣν Κυαξάρῃ οἱ Μῆδοι ἐξεῖλον, ταύτην κατασκευάσαι ὡς βέλτιστα τῇ τε ἄλλῃ κατασκευῇ ἣν εἶχον καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς καὶ σὺν ταύτῃ τὰς μουσουργούς, αἵπερ ἐξῃρημέναι ἦσαν Κυαξάρῃ.

3 Leave a comment on paragraph 3 0 3. Cyaxares decides that it is better for the army to stay at the frontier…
οἱ μὲν δὴ ταῦτ᾽ ἔπραττον. ὁ δὲ πεμφθεὶς πρὸς τὸν Κυαξάρην ἐπεὶ ἔλεξε τὰ ἐντεταλμένα, ἀκούσας αὐτοῦ ὁ Κυαξάρης ἔγνω βέλτιον εἶναι τὸ στράτευμα μένειν ἐν τοῖς μεθορίοις. καὶ γὰρ οἱ Πέρσαι οὓς μετεπέμψατο ὁ Κῦρος ἧκον: ἦσαν δὲ μυριάδες τέτταρες τοξοτῶν καὶ πελταστῶν.

4 Leave a comment on paragraph 4 0 4. Cyaxares thinks it best to keep these men from being a drain on the Medan land and instructs the army to be sent to Cyrus…
ὁρῶν οὖν καὶ τούτους σινομένους πολλὰ τὴν Μηδικήν, τούτων ἂν ἐδόκει ἥδιον ἀπαλλαγῆναι ἢ ἄλλον ὄχλον εἰσδέξασθαι. ὁ μὲν δὴ ἐκ Περσῶν ἄγων τὸν στρατὸν ἐρόμενος τὸν Κυαξάρην κατὰ τὴν Κύρου ἐπιστολὴν εἴ τι δέοιτο τοῦ στρατοῦ, ἐπεὶ οὐκ ἔφη δεῖσθαι, αὐθημερόν, ἐπεὶ ἤκουσε παρόντα Κῦρον, ᾤχετο πρὸς αὐτὸν ἄγων τὸ στράτευμα.

5 Leave a comment on paragraph 5 0 5. Cyrus goes out to meet Cyaxares in the company of his large cavalry of Medes, Armenians, Hyrcanians and all the rest…
ὁ δὲ Κυαξάρης ἐπορεύετο τῇ ὑστεραίᾳ σὺν τοῖς παραμείνασιν ἱππεῦσι Μήδων: ὡς δ᾽ ᾔσθετο ὁ Κῦρος προσιόντα αὐτόν, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους πάντας καὶ τοὺς Ἀρμενίους καὶ τοὺς Ὑρκανίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους τε καὶ εὐοπλοτάτους ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν.

6 Leave a comment on paragraph 6 0 6. When Cyaxares sees this large cavalry in comparison to his meager force he feels that it is dishonorable…
ὁ δὲ Κυαξάρης ἐπεὶ εἶδε σὺν μὲν τῷ Κύρῳ πολλούς τε καὶ καλοὺς καὶ ἀγαθοὺς ἑπομένους, σὺν αὐτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι καὶ ἄχος αὐτὸν ἔλαβεν. ἐπεὶ δὲ καταβὰς ἀπὸ τοῦ ἵππου ὁ Κῦρος προσῆλθεν ὡς φιλήσων αὐτὸν κατὰ νόμον, ὁ Κυαξάρης κατέβη μὲν ἀπὸ τοῦ ἵππου, ἀπεστράφη δέ: καὶ ἐφίλησε μὲν οὔ, δακρύων δὲ φανερὸς ἦν.

7 Leave a comment on paragraph 7 0 7. Cyrus dismisses everyone else and asks Cyaxares to join him under some palm trees off the road on some Medan rugs…
ἐκ τούτου δὴ ὁ Κῦρος τοὺς μὲν ἄλλους πάντας ἀποστάντας ἐκέλευσεν ἀναπαύεσθαι: αὐτὸς δὲ λαβόμενος τῆς δεξιᾶς τοῦ Κυαξάρου καὶ ἀπαγαγὼν αὐτὸν τῆς ὁδοῦ ἔξω ὑπὸ φοίνικάς τινας, τῶν τε Μηδικῶν πίλων ὑποβαλεῖν ἐκέλευσεν αὐτῷ καὶ καθίσας αὐτὸν καὶ παρακαθεζόμενος εἶπεν ὧδε.

8 Leave a comment on paragraph 8 1 8. Cyrus asks him to explain his feelings…
εἰπέ μοι, ἔφη, πρὸς τῶν θεῶν, ὦ θεῖε, τί μοι ὀργίζῃ καὶ τί χαλεπὸν ὁρῶν οὕτω χαλεπῶς φέρεις; ἐνταῦθα δὴ ὁ Κυαξάρης ἀπεκρίνατο: ὅτι, ὦ Κῦρε, δοκῶν γε δὴ ἐφ᾽ ὅσον ἀνθρώπων μνήμη ἐφικνεῖται καὶ τῶν πάλαι προγόνων καὶ πατρὸς βασιλέως πεφυκέναι καὶ αὐτὸς βασιλεὺς νομιζόμενος εἶναι, ἐμαυτὸν μὲν ὁρῶ οὕτω ταπεινῶς καὶ ἀναξίως ἐλαύνοντα, σὲ δὲ τῇ ἐμῇ θεραπείᾳ καὶ τῇ ἄλλῃ δυνάμει μέγαν τε καὶ μεγαλοπρεπῆ παρόντα.

9 Leave a comment on paragraph 9 1 9. Cyaxares says further that this is more humiliating than if from an enemy…
καὶ ταῦτα χαλεπὸν μὲν οἶμαι καὶ ὑπὸ πολεμίων παθεῖν, πολὺ δ᾽, ὦ Ζεῦ, χαλεπώτερον ὑφ᾽ ὧν ἥκιστα ἐχρῆν ταῦτα πεπονθέναι. ἐγὼ μὲν γὰρ δοκῶ δεκάκις ἂν κατὰ τῆς γῆς καταδῦναι ἥδιον ἢ ὀφθῆναι οὕτω ταπεινὸς καὶ ἰδεῖν τοὺς ἐμοὺς ἐμοῦ ἀμελήσαντας καὶ ἐπεγγελῶντας ἐμοί. οὐ γὰρ ἀγνοῶ τοῦτο, ἔφη, ὅτι οὐ σύ μου μόνον μείζων εἶ, ἀλλὰ καὶ οἱ ἐμοὶ δοῦλοι ἰσχυρότεροι ἐμοῦ ὑπαντιάζουσί μοι καὶ κατεσκευασμένοι εἰσὶν ὥστε δύνασθαι ποιῆσαι μᾶλλον ἐμὲ κακῶς ἢ παθεῖν ὑπ᾽ ἐμοῦ.

10 Leave a comment on paragraph 10 0 10. Cyaxares’ weeping also causes Cyrus to weep…
καὶ ἅμα ταῦτα λέγων πολὺ ἔτι μᾶλλον ἐκρατεῖτο ὑπὸ τῶν δακρύων, ὥστε καὶ τὸν Κῦρον ἐπεσπάσατο ἐμπλησθῆναι δακρύων τὰ ὄμματα. ἐπισχὼν δὲ μικρὸν ἔλεξε τοιάδε ὁ Κῦρος. ἀλλὰ ταῦτα μέν, ὦ Κυαξάρη, οὔτε λέγεις ἀληθῆ οὔτε ὀρθῶς γιγνώσκεις, εἰ οἴει τῇ ἐμῇ παρουσίᾳ Μήδους κατεσκευάσθαι ὥστε ἱκανοὺς εἶναι σὲ κακῶς ποιεῖν:

11 Leave a comment on paragraph 11 0 11. He says that he is not surprised that Cyaxares becomes angry and threatens them…
τὸ μέντοι σε θυμοῦσθαι καὶ φοβεῖσθαι οὐ θαυμάζω. εἰ μέντοι γε δικαίως ἢ ἀδίκως αὐτοῖς χαλεπαίνεις, παρήσω τοῦτο: οἶδα γὰρ ὅτι βαρέως ἂν φέροις ἀκούων ἐμοῦ ἀπολογουμένου ὑπὲρ αὐτῶν: τὸ μέντοι ἄνδρα ἄρχοντα πᾶσιν ἅμα χαλεπαίνειν τοῖς ἀρχομένοις, τοῦτο ἐμοὶ δοκεῖ μέγα ἁμάρτημα εἶναι. ἀνάγκη γὰρ διὰ τὸ πολλοὺς μὲν φοβεῖν πολλοὺς ἐχθροὺς ποιεῖσθαι, διὰ δὲ τὸ πᾶσιν ἅμα χαλεπαίνειν πᾶσιν αὐτοῖς ὁμόνοιαν ἐμβάλλειν.

12 Leave a comment on paragraph 12 1 12. Cyrus regrets that his devotion to Cyaxares has turned out to grieve him…
ὧν ἕνεκα, εὖ ἴσθι, ἐγὼ οὐκ ἀπέπεμπον ἄνευ ἐμαυτοῦ τούτους, φοβούμενος μή τι γένοιτο διὰ τὴν σὴν ὀργὴν ὅ τι πάντας ἡμᾶς λυπήσοι. ταῦτα μὲν οὖν σὺν τοῖς θεοῖς ἐμοῦ παρόντος ἀσφαλῶς ἔχει σοι: τὸ μέντοι σε νομίζειν ὑπ᾽ ἐμοῦ ἀδικεῖσθαι, τοῦτο ἐγὼ πάνυ χαλεπῶς φέρω, εἰ ἀσκῶν ὅσον δύναμαι τοὺς φίλους ὡς πλεῖστα ἀγαθὰ ποιεῖν ἔπειτα τἀναντία τούτου δοκῶ ἐξεργάζεσθαι.

13 Leave a comment on paragraph 13 0 13. Cyrus proposes that they discuss whether he has harmed, or even intended to harm, Cyaxares…
ἀλλὰ γάρ, ἔφη, μὴ οὕτως εἰκῇ ἡμᾶς αὐτοὺς αἰτιώμεθα: ἀλλ᾽, εἰ δυνατόν, σαφέστατα κατίδωμεν ποῖόν ἐστι τὸ παρ᾽ ἐμοῦ ἀδίκημα. καὶ τὴν ἐν φίλοις δικαιοτάτην ὑπόθεσιν ἔχω ὑποτιθέναι: ἐὰν γάρ τί σε φανῶ κακὸν πεποιηκώς, ὁμολογῶ ἀδικεῖν: ἐὰν μέντοι μηδὲν φαίνωμαι κακὸν πεποιηκὼς μηδὲ βουληθείς, οὐ καὶ σὺ αὖ ὁμολογήσεις μηδὲν ὑπ᾽ ἐμοῦ ἀδικεῖσθαι;

14 Leave a comment on paragraph 14 0 14. He asks for praise, rather than blame, if he can show that he has actually benefited Cyaxares…
ἀλλ᾽ ἀνάγκη, ἔφη. ἐὰν δὲ δὴ καὶ ἀγαθὰ πεπραχώς σοι δῆλος ὦ καὶ προθυμούμενος πρᾶξαι ὡς ἐγὼ πλεῖστα ἐδυνάμην, οὐκ ἂν καὶ ἐπαίνου σοι ἄξιος εἴην μᾶλλον ἢ μέμψεως;

15 Leave a comment on paragraph 15 0 15. He begins to enumerate all his acts and they engage in seemingly Socratic’ dialogue…
δίκαιον γοῦν, ἔφη. ἄγε τοίνυν, ἔφη ὁ Κῦρος, σκοπῶμεν τὰ ἐμοὶ πεπραγμένα πάντα καθ᾽ ἓν ἕκαστον: οὕτω γὰρ μάλιστα δῆλον ἔσται ὅ τι τε αὐτῶν ἀγαθόν ἐστι καὶ ὅ τι κακόν.

16 Leave a comment on paragraph 16 0 16. He begins from the time that he assumed command at Cyaxares’ request…
ἀρξώμεθα δ᾽, ἔφη, ἐκ τῆσδε τῆς ἀρχῆς, εἰ καὶ σοὶ ἀρκούντως δοκεῖ ἔχειν. σὺ γὰρ δήπου ἐπεὶ ᾔσθου πολλοὺς πολεμίους ἡθροισμένους, καὶ τούτους ἐπὶ σὲ καὶ τὴν σὴν χώραν ὁρμωμένους, εὐθὺς ἔπεμπες πρός τε τὸ Περσῶν κοινὸν συμμάχους αἰτούμενος καὶ πρὸς ἐμὲ ἰδίᾳ δεόμενος πειρᾶσθαι αὐτὸν ἐμὲ ἐλθεῖν ἡγούμενον, εἴ τινες Περσῶν ἴοιεν. οὔκουν ἐγὼ ἐπείσθην τε ταῦτα ὑπὸ σοῦ καὶ παρεγενόμην ἄνδρας ἄγων σοι ὡς ἦν δυνατὸν πλείστους τε καὶ ἀρίστους;

17 Leave a comment on paragraph 17 0 17. Cyrus asks if this was a benefit or a harm, to which C. admits that it was a benefit…
ἦλθες γὰρ οὖν, ἔφη. ἐν τούτῳ τοίνυν, ἔφη, πρῶτόν μοι εἰπὲ πότερον ἀδικίαν τινά μου πρὸς σὲ κατέγνως ἢ μᾶλλον εὐεργεσίαν; δῆλον, ἔφη ὁ Κυαξάρης, ὅτι ἔκ γε τούτων εὐεργεσίαν.

18 Leave a comment on paragraph 18 0 18. Cyrus points out that in battle he never shirked toil or danger and Cyaxares agrees…
τί γάρ, ἔφη, ἐπεὶ οἱ πολέμιοι ἦλθον καὶ διαγωνίζεσθαι ἔδει πρὸς αὐτούς, ἐν τούτῳ κατενόησάς πού με ἢ πόνου ἀποστάντα ἤ τινος κινδύνου φεισάμενον;

19 Leave a comment on paragraph 19 1 19. Cyrus points out further that he wanted to pursue the enemy after the first victory and asks if this was for his own gain…
οὐ μὰ τὸν Δί᾽, ἔφη, οὐ μὲν δή. τί γάρ, ἐπεὶ νίκης γενομένης σὺν τοῖς θεοῖς ἡμετέρας καὶ ἀναχωρησάντων τῶν πολεμίων παρεκάλουν ἐγώ σε ὅπως κοινῇ μὲν αὐτοὺς διώκοιμεν, κοινῇ δὲ τιμωροίμεθα, κοινῇ δὲ εἴ τι καλὸν κἀγαθὸν συμβαίνοι, τοῦτο καρποίμεθα, ἐν τούτοις ἔχεις τινά μου πλεονεξίαν κατηγορῆσαι;

20 Leave a comment on paragraph 20 0 20. Cyrus asks if he was wrong in going by himself and excusing C. from joining the pursuit…
ὁ μὲν δὴ Κυαξάρης πρὸς τοῦτο ἐσίγα: ὁ δὲ Κῦρος πάλιν ἔλεγεν ὧδε: ἀλλ᾽ ἐπεὶ πρὸς τοῦτο σιωπᾶν ἥδιόν σοι ἢ ἀποκρίνασθαι, τόδε γ᾽, ἔφη, εἰπὲ εἴ τι ἀδικεῖσθαι ἐνόμισας ὅτι, ἐπεί σοι οὐκ ἀσφαλὲς ἐδόκει εἶναι τὸ διώκειν, σὲ μὲν αὐτὸν ἀφῆκα τοῦ κινδύνου τούτου μετέχειν, ἱππέας δὲ τῶν σῶν συμπέμψαι μοι ἐδεόμην σου: εἰ γὰρ καὶ τοῦτο αἰτῶν ἠδίκουν, ἄλλως τε καὶ προπαρεσχηκὼς ἐμαυτόν σοι σύμμαχον, τοῦτ᾽ αὖ παρὰ σοῦ, ἔφη, ἐπιδεικνύσθω.

21 Leave a comment on paragraph 21 0 21. He asks if there was anything wrong in asking the Medes to join him, if they wished to…
ἐπεὶ δ᾽ αὖ καὶ πρὸς τοῦτο ἐσίγα ὁ Κυαξάρης, ἀλλ᾽ εἰ μηδὲ τοῦτο, ἔφη, βούλει ἀποκρίνασθαι, σὺ δὲ τοὐντεῦθεν λέγε εἴ τι αὖ ἠδίκουν ὅτι σοῦ ἀποκριναμένου ἐμοὶ ὡς οὐκ ἂν βούλοιο, εὐθυμουμένους ὁρῶν Μήδους, τούτου παύσας αὐτοὺς ἀναγκάζειν κινδυνεύσοντας ἰέναι, εἴ τι αὖ σοι δοκῶ τοῦτο χαλεπὸν ποιῆσαι ὅτι ἀμελήσας τοῦ ὀργίζεσθαί σοι ἐπὶ τούτοις πάλιν ᾔτουν σε οὗ ᾔδη οὔτε σοὶ μεῖον ὂν δοῦναι οὐδὲν οὔτε ῥᾷον Μήδοις ἐπιταχθῆναι: τὸν γὰρ βουλόμενον δήπου ἕπεσθαι ᾔτησά σε δοῦναί μοι.

22 Leave a comment on paragraph 22 0 22. Cyrus explains that he asked the Medes to join him willingly…
οὐκοῦν τούτου τυχὼν παρὰ σοῦ οὐδὲν ἦν, εἰ μὴ τούτους πείσαιμι. ἐλθὼν οὖν ἔπειθον αὐτοὺς καὶ οὓς ἔπεισα τούτους ἔχων ἐπορευόμην σοῦ ἐπιτρέψαντος. εἰ δὲ τοῦτο αἰτίας ἄξιον νομίζεις, οὐδ᾽ ὅ τι ἂν διδῷς, ὡς ἔοικε, παρὰ σοῦ δέχεσθαι ἀναίτιόν ἐστιν.

23 Leave a comment on paragraph 23 0 23. Cyrus enumerates all that they accomplished against the enemy…
οὐκοῦν ἐξωρμήσαμεν οὕτως: ἐπειδὴ δ᾽ ἐξήλθομεν, τί ἡμῖν πεπραγμένον οὐ φανερόν ἐστιν; οὐ τὸ στρατόπεδον ἥλωκε τῶν πολεμίων; οὐ τεθνᾶσι πολλοὶ τῶν ἐπὶ σὲ ἐλθόντων; ἀλλὰ μὴν τῶν γε ζώντων ἐχθρῶν πολλοὶ μὲν ὅπλων ἐστέρηνται, πολλοὶ δὲ ἵππων: χρήματά γε μὴν τὰ τῶν φερόντων καὶ ἀγόντων τὰ σὰ πρόσθεν νῦν ὁρᾷς τοὺς σοὺς φίλους καὶ ἔχοντας καὶ ἄγοντας, τὰ μὲν σοί, τὰ δ᾽ αὖ τοῖς ὑπὸ τὴν σὴν ἀρχήν.

24 Leave a comment on paragraph 24 0 24. He notes that Cyaxares’ territory is increasing; he asks Cyaxares how he can judge any of this bad…
τὸ δὲ πάντων μέγιστον καὶ κάλλιστον, τὴν μὲν σὴν χώραν αὐξανομένην ὁρᾷς, τὴν δὲ τῶν πολεμίων μειουμένην: καὶ τὰ μὲν τῶν πολεμίων φρούρια ἐχόμενα, τὰ δὲ σὰ τὰ πρότερον εἰς τὴν Σύρων ἐπικράτειαν συντελοῦντα νῦν τἀναντία σοὶ προσκεχωρηκότα: τούτων δὲ εἴ τι κακόν σοι ἢ εἴ τι μὴ ἀγαθόν σοι μαθεῖν μὲν ἔγωγε βούλεσθαι οὐκ οἶδ᾽ ὅπως ἂν εἴποιμι: ἀκοῦσαι μέντοι γε οὐδὲν κωλύει.

25 Leave a comment on paragraph 25 0 25. Cyaxares explains that the more successful Cyrus is the more of a burden it is to him…
ἀλλὰ λέγε ὅ τι γιγνώσκεις περὶ αὐτῶν. ὁ μὲν δὴ Κῦρος οὕτως εἰπὼν ἐπαύσατο: ὁ δὲ Κυαξάρης ἔλεξε πρὸς ταῦτα τάδε. ἀλλ᾽, ὦ Κῦρε, ὡς μὲν ταῦτα ἃ σὺ πεποίηκας κακά ἐστιν οὐκ οἶδ᾽ ὅπως χρὴ λέγειν: εὖ γε μέντοι, ἔφη, ἴσθι ὅτι ταῦτα τἀγαθὰ τοιαῦτά ἐστιν οἷα ὅσῳ πλείονα φαίνεται, τοσούτῳ μᾶλλον ἐμὲ βαρύνει.

26 Leave a comment on paragraph 26 0 26. He wishes he could do more good things for Cyrus because it brings him disgrace to be so benefitted by him…
τήν τε γὰρ χώραν, ἔφη, ἐγὼ ἂν τὴν σὴν ἐβουλόμην τῇ ἐμῇ δυνάμει μείζω ποιεῖν μᾶλλον ἢ τὴν ἐμὴν ὑπὸ σοῦ ὁρᾶν οὕτως αὐξανομένην: σοὶ μὲν γὰρ ταῦτα ποιοῦντι καλά, ἐμοὶ δέ γέ ἐστί πῃ ταὐτὰ ἀτιμίαν φέροντα.

27 Leave a comment on paragraph 27 0 27. He feels that he has been made poorer by Cyrus’ gifts of money because he cannot do the same for Cyrus…
καὶ χρήματα οὕτως ἄν μοι δοκῶ ἥδιόν σοι δωρεῖσθαι ἢ παρὰ σοῦ οὕτω λαμβάνειν ὡς σὺ νῦν ἐμοὶ δίδως: τούτοις γὰρ πλουτιζόμενος ὑπὸ σοῦ καὶ μᾶλλον αἰσθάνομαι οἷς πενέστερος γίγνομαι. καὶ τούς γ᾽ ἐμοὺς ὑπηκόους ἰδὼν μικρά γε ἀδικουμένους ὑπὸ σοῦ ἧττον ἂν δοκῶ λυπεῖσθαι ἢ νῦν ὁρῶν ὅτι μεγάλα ἀγαθὰ πεπόνθασιν ὑπὸ σοῦ.

28 Leave a comment on paragraph 28 0 28. Cyaxares asks Cyrus how it would make him feel if someone should pet his dogs and make them more familiar than to himself…
εἰ δέ σοι, ἔφη, ταῦτα δοκῶ ἀγνωμόνως ἐνθυμεῖσθαι, μὴ ἐν ἐμοὶ αὐτὰ ἀλλ᾽ εἰς σὲ τρέψας πάντα καταθέασαι οἷά σοι φαίνεται. τί γὰρ ἄν, εἴ τις κύνας, οὓς σὺ τρέφεις φυλακῆς ἕνεκα σαυτοῦ τε καὶ τῶν σῶν, τούτους θεραπεύων γνωριμωτέρους ἑαυτῷ ἢ σοὶ ποιήσειεν, ἆρ᾽ ἄν σε εὐφράναι τούτῳ τῷ θεραπεύματι;

29 Leave a comment on paragraph 29 0 29. Cyaxares gives the additional example of someone who won the affections of his bodyguard…
εἰ δὲ τοῦτό σοι δοκεῖ μικρὸν εἶναι, ἐκεῖνο κατανόησον: εἴ τις τοὺς σὲ θεραπεύοντας, οὓς σὺ καὶ φρουρᾶς καὶ στρατείας ἕνεκα κέκτησαι, τούτους οὕτω διατιθείη ὥστ᾽ ἐκείνου μᾶλλον ἢ σοῦ βούλεσθαι εἶναι, ἆρ᾽ ἂν ἀντὶ ταύτης τῆς εὐεργεσίας χάριν αὐτῷ εἰδείης;

30 Leave a comment on paragraph 30 0 30. Cyaxares gives the additional example of a man who courts another man’s wife and makes her love him more than the husband…
τί δέ, ὃ μάλιστα ἄνθρωποι ἀσπάζονταί τε καὶ θεραπεύουσιν οἰκειότατα, εἴ τις τὴν γυναῖκα τὴν σὴν οὕτω θεραπεύσειεν ὥστε φιλεῖν αὐτὴν μᾶλλον ποιήσειεν ἑαυτὸν ἢ σέ, ἆρ᾽ ἄν σε τῇ εὐεργεσίᾳ ταύτῃ εὐφράναι; πολλοῦ γ᾽ ἂν οἶμαι καὶ δέοι: ἀλλ᾽ εὖ οἶδ᾽ ὅτι πάντων ἂν μάλιστα ἀδικοίη σε τοῦτο ποιήσας.

31 Leave a comment on paragraph 31 0 31. He also asks Cyrus how he would feel if someone rendered the Persians more loyal to himself than to Cyrus…
ἵνα δὲ εἴπω καὶ τὸ μάλιστα τῷ ἐμῷ πάθει ἐμφερές, εἴ τις οὓς σὺ ἤγαγες Πέρσας οὕτω θεραπεύσειεν ὥστε αὐτῷ ἥδιον ἕπεσθαι ἢ σοί, ἆρ᾽ ἂν φίλον αὐτὸν νομίζοις; οἶμαι μὲν οὔ, ἀλλὰ πολεμιώτερον ἂν ἢ εἰ πολλοὺς αὐτῶν κατακάνοι.

32 Leave a comment on paragraph 32 0 32. He asks how Cyrus would feel if someone made off with his most prized possessions…
τί δ᾽, εἴ τις τῶν σῶν φίλων φιλοφρόνως σου εἰπόντος λαμβάνειν ὁπόσα ἐθέλοι εἶτα τοῦτο ἀκούσας λαβὼν οἴχοιτο ἅπαντα ὁπόσα δύναιτο, καὶ αὐτὸς μέν γε τοῖς σοῖς πλουτοίη, σὺ δὲ μηδὲ μετρίοις ἔχοις χρῆσθαι, ἆρ᾽ ἂν δύναιο τὸν τοιοῦτον ἄμεμπτον φίλον νομίζειν;

33 Leave a comment on paragraph 33 0 33. Cyaxares affirms that Cyrus has done exactly what he has claimed but it has left Cyaxares with no role in his own good fortune…
νῦν μέντοι ἐγώ, ὦ Κῦρε, εἰ μὴ ταῦτα ἀλλὰ τοιαῦτα ὑπὸ σοῦ δοκῶ πεπονθέναι. σὺ γὰρ ἀληθῆ λέγεις: εἰπόντος ἐμοῦ τοὺς θέλοντας ἄγειν λαβὼν ᾤχου πᾶσάν μου τὴν δύναμιν, ἐμὲ δὲ ἔρημον κατέλιπες: καὶ νῦν ἃ ἔλαβες τῇ ἐμῇ δυνάμει ἄγεις δή μοι καὶ τὴν ἐμὴν χώραν αὔξεις σὺν τῇ ἐμῇ ῥώμῃ: ἐγὼ δὲ δοκῶ οὐδὲν συναίτιος ὢν τῶν ἀγαθῶν παρέχειν ἐμαυτὸν ὥσπερ γυνὴ εὖ ποιεῖν, καὶ τοῖς τε ἄλλοις ἀνθρώποις καὶ τοῖσδε τοῖς ἐμοῖς ὑπηκόοις σὺ μὲν ἀνὴρ φαίνῃ, ἐγὼ δ᾽ οὐκ ἄξιος ἀρχῆς.

34 Leave a comment on paragraph 34 0 34. He says that it would be better for Cyrus to make sure that he maintains his reputation and his honor…
ταῦτά σοι δοκεῖ εὐεργετήματ᾽ εἶναι, ὦ Κῦρε; εὖ ἴσθ᾽ ὅτι εἴ τι ἐμοῦ ἐκήδου, οὐδενὸς ἂν οὕτω με ἀποστερεῖν ἐφυλάττου ὡς ἀξιώματος καὶ τιμῆς. τί γὰρ ἐμοὶ πλέον τὸ τὴν γῆν πλατύνεσθαι, αὐτὸν δὲ ἀτιμάζεσθαι; οὐ γάρ τοι ἐγὼ Μήδων ἦρχον διὰ τὸ κρείττων αὐτῶν πάντων εἶναι, ἀλλὰ μᾶλλον διὰ τὸ αὐτοὺς τούτους ἀξιοῦν ἡμᾶς αὑτῶν πάντα βελτίονας εἶναι.

35 Leave a comment on paragraph 35 2 35. Cyrus asks Cyaxares to wait until he has proof that Cyrus is favorable toward him…
καὶ ὁ Κῦρος ἔτι λέγοντος αὐτοῦ ὑπολαβὼν εἶπε: πρὸς τῶν θεῶν, ἔφη, ὦ θεῖε, εἴ τι κἀγώ σοι πρότερον ἐχαρισάμην, καὶ σὺ νῦν ἐμοὶ χάρισαι ὃ ἂν δεηθῶ σου: παῦσαι, ἔφη, τὸ νῦν εἶναι μεμφόμενός μοι: ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, ἐὰν μὲν δή σοι φαίνηται τὰ ὑπ᾽ ἐμοῦ πεπραγμένα ἐπὶ τῷ σῷ ἀγαθῷ πεποιημένα, ἀσπαζομένου τέ μού σε ἀντασπάζου με εὐεργέτην τε νόμιζε, ἐὰν δ᾽ ἐπὶ θάτερα, τότε μοι μέμφου.

36 Leave a comment on paragraph 36 0 36. Cyaxares relents and Cyrus asks if he can kiss him, and he allows it…
ἀλλ᾽ ἴσως μέντοι, ἔφη ὁ Κυαξάρης, καλῶς λέγεις: κἀγὼ οὕτω ποιήσω. τί οὖν; ἔφη ὁ Κῦρος, ἦ καὶ φιλήσω σε; εἰ σὺ βούλει, ἔφη. καὶ οὐκ ἀποστρέψῃ με ὥσπερ ἄρτι; οὐκ ἀποστρέψομαι, ἔφη. καὶ ὃς ἐφίλησεν αὐτόν.

37 Leave a comment on paragraph 37 0 37. The Medes and Persians are glad to see them united; they mount their horses and the Medes follow Cyaxares at Cyrus’ instruction…
ὡς δὲ εἶδον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ ἄλλοι (πᾶσι γὰρ ἔμελεν ὅ τι ἐκ τούτων ἔσοιτο), εὐθὺς ἥσθησάν τε καὶ ἐφαιδρύνθησαν. καὶ ὁ Κῦρος δὲ καὶ ὁ Κυαξάρης ἀναβάντες ἐπὶ τοὺς ἵππους ἡγοῦντο, καὶ ἐπὶ μὲν τῷ Κυαξάρῃ οἱ Μῆδοι εἵποντο (Κῦρος γὰρ αὐτοῖς οὕτως ἐπένευσεν), ἐπὶ δὲ τῷ Κύρῳ οἱ Πέρσαι, οἱ δ᾽ ἄλλοι ἐπὶ τούτοις.

38 Leave a comment on paragraph 38 0 38. They put Cyaxares in his tent and he receives the supplies he needs…
ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον καὶ κατέστησαν τὸν Κυαξάρην εἰς τὴν κατεσκευασμένην σκηνήν, οἷς μὲν ἐτέτακτο παρεσκεύαζον τὰ ἐπιτήδεια τῷ Κυαξάρῃ:

39 Leave a comment on paragraph 39 0 39. Cyaxares receives visits from the Medes…
οἱ δὲ Μῆδοι ὅσον χρόνον σχολὴν πρὸ δείπνου ἦγεν ὁ Κυαξάρης ᾖσαν πρὸς αὐτόν, οἱ μὲν καὶ αὐτοὶ καθ᾽ ἑαυτούς, οἱ δὲ πλεῖστοι ὑπὸ Κύρου ἐγκέλευστοι, δῶρα ἄγοντες, ὁ μέν τις οἰνοχόον καλόν, ὁ δ᾽ ὀψοποιὸν ἀγαθόν, ὁ δ᾽ ἀρτοποιόν, ὁ δὲ μουσουργόν, ὁ δ᾽ ἐκπώματα, ὁ δ᾽ ἐσθῆτα καλήν: πᾶς δέ τις ὡς ἐπὶ τὸ πολὺ ἕν γέ τι ὧν εἰλήφει ἐδωρεῖτο αὐτῷ:

40 Leave a comment on paragraph 40 0 40. Cyaxares comes to believe that the Medes still felt affection for him and were no less attentive…
ὥστε τὸν Κυαξάρην μεταγιγνώσκειν ὡς οὔτε ὁ Κῦρος ἀφίστη αὐτοὺς ἀπ᾽ αὐτοῦ οὔθ᾽ οἱ Μῆδοι ἧττόν τι αὐτῷ προσεῖχον τὸν νοῦν ἢ καὶ πρόσθεν.

41 Leave a comment on paragraph 41 0 41. Cyaxares invites Cyrus to dinner but he declines for fear that he will appear neglectful of his men…
ἐπεὶ δὲ δείπνου ὥρα ἦν, καλέσας ὁ Κυαξάρης ἠξίου τὸν Κῦρον διὰ χρόνου ἰδόντα αὐτὸν συνδειπνεῖν. ὁ δὲ Κῦρος ἔφη: μὴ δὴ σὺ κέλευε, ὦ Κυαξάρη: ἢ οὐχ ὁρᾷς ὅτι οὗτοι οἱ παρόντες ὑφ᾽ ἡμῶν πάντες ἐπαιρόμενοι πάρεισιν; οὔκουν καλῶς ἂν πράττοιμι εἰ τούτων ἀμελῶν τὴν ἐμὴν ἡδονὴν θεραπεύειν δοκοίην. ἀμελεῖσθαι δὲ δοκοῦντες στρατιῶται οἱ μὲν ἀγαθοὶ πολὺ ἀθυμότεροι γίγνονται, οἱ δὲ πονηροὶ πολὺ ὑβριστότεροι.

42 Leave a comment on paragraph 42 0 42. He suggests that Cyaxares go to dinner himself and continue to win the affections of anyone who comes to see him…
ἀλλὰ σὺ μέν, ἔφη, ἄλλως τε καὶ ὁδὸν μακρὰν ἥκων δείπνει ἤδη: καὶ εἴ τινές σε τιμῶσιν, ἀντασπάζου καὶ εὐώχει αὐτούς, ἵνα σε καὶ θαρρήσωσιν: ἐγὼ δ᾽ ἀπιὼν ἐφ᾽ ἅπερ λέγω τρέψομαι.

43 Leave a comment on paragraph 43 0 43. He vows to come see him in the morning to discuss the question of whether to continue the campaign or disband the armies…
αὔριον δ᾽, ἔφη, πρῲ δεῦρ᾽ ἐπὶ τὰς σὰς θύρας παρέσονται οἱ ἐπικαίριοι, ὅπως βουλευσώμεθα πάντες σὺν σοὶ ὅ τι χρὴ ποιεῖν τὸ ἐκ τοῦδε. σὺ δ᾽ ἡμῖν ἔμβαλε βουλὴν παρὼν περὶ τούτου, πότερον ἔτι δοκεῖ στρατεύεσθαι ἢ καιρὸς ἤδη διαλύειν τὴν στρατιάν.

44 Leave a comment on paragraph 44 1 44. While Cyaxares is at dinner, Cyrus summons his friends to discuss continuing the war…
ἐκ τούτου ὁ μὲν Κυαξάρης ἀμφὶ δεῖπνον εἶχεν, ὁ δὲ Κῦρος συλλέξας τοὺς ἱκανωτάτους τῶν φίλων καὶ φρονεῖν καὶ συμπράττειν, εἴ τι δέοι, ἔλεξε τοιάδε. ἄνδρες φίλοι, ἃ μὲν δὴ πρῶτα ηὐξάμεθα, πάρεστι σὺν θεοῖς. ὅπῃ γὰρ ἂν πορευώμεθα, κρατοῦμεν τῆς χώρας: καὶ μὲν δὴ τοὺς πολεμίους ὁρῶμεν μειουμένους, ἡμᾶς δὲ αὐτοὺς πλείονάς τε καὶ ἰσχυροτέρους γιγνομένους.

45 Leave a comment on paragraph 45 0 45. He expresses the wish that the allies they have acquired would continue on with them…
εἰ δὲ ἡμῖν ἔτι ἐθελήσειαν οἱ νῦν προσγεγενημένοι σύμμαχοι παραμεῖναι, πολλῷ ἂν μᾶλλον ἁνύσαι δυναίμεθα καὶ εἴ τι βιάσασθαι καιρὸς καὶ εἴ τι πεῖσαι δέοι. ὅπως οὖν τὸ μένειν ὡς πλείστοις συνδοκῇ τῶν συμμάχων, οὐδὲν μᾶλλον τοῦτο ἐμὸν ἔργον ἢ καὶ ὑμέτερον μηχανᾶσθαι,

46 Leave a comment on paragraph 46 0 46. He says that just as valor is proven by the size of a conquest, so is efficiency and eloquence the persuasion of others to join…
ἀλλ᾽ ὥσπερ ὅταν μάχεσθαι δέῃ, ὁ πλείστους χειρωσάμενος ἀλκιμώτατος δοξάζεται εἶναι, οὕτω καὶ ὅταν πεῖσαι δέῃ, ὁ πλείστους ὁμογνώμονας ἡμῖν ποιήσας οὗτος δικαίως ἂν λεκτικώτατός τε καὶ πρακτικώτατος κρίνοιτο ἂν εἶναι.

47 Leave a comment on paragraph 47 0 47. He encourages them not to rehearse their arguments before him but to set out and persuade as many as possible…
μὴ μέντοι ὡς λόγον ἡμῖν ἐπιδειξόμενοι οἷον ἂν εἴποιτε πρὸς ἕκαστον αὐτῶν τοῦτο μελετᾶτε, ἀλλ᾽ ὡς τοὺς πεπεισμένους ὑφ᾽ ἑκάστου δήλους ἐσομένους οἷς ἂν πράττωσιν οὕτω παρασκευάζεσθε.

48 Leave a comment on paragraph 48 0 48. Cyrus vows to secure the necessities for the campaign…
καὶ ὑμεῖς μέν, ἔφη, τούτων ἐπιμελεῖσθε: ἐγὼ δὲ ὅπως ἂν ἔχοντες τὰ ἐπιτήδεια ὅσον ἂν ἔγωγε δύνωμαι οἱ στρατιῶται περὶ τοῦ στρατεύεσθαι βουλεύωνται τούτου πειράσομαι ἐπιμελεῖσθαι.

page 30