|
The World's First Online Collaborative Commentary to an Ancient Text

Chapter 4.4: Cyrus makes terms with the captive inhabitants.

1 Leave a comment on paragraph 1 0 1. The Medan and Hyrcanian horsemen bring in their captured prisoners…
ἡνίκα δ᾽ ἦν ἔξω μέσου ἡμέρας, προσήλαυνον μὲν οἱ Μῆδοι ἱππεῖς καὶ Ὑρκάνιοι, ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας: ὅσοι γὰρ τὰ ὅπλα παρεδίδοσαν, οὐ κατέκαινον:

2 Leave a comment on paragraph 2 0 2. Cyrus asks for a report of their exploits….
ἐπεὶ δὲ προσήλασαν, πρῶτον μὲν αὐτῶν ἐπυνθάνετο ὁ Κῦρος εἰ σῶοι οἱ πάντες εἶεν αὐτῷ: ἐπεὶ δὲ τοῦτ᾽ ἔφασαν, ἐκ τούτου ἠρώτα τί ἔπραξαν. οἱ δὲ διηγοῦντο ἅ τ᾽ ἐποίησαν καὶ ὡς ἀνδρείως ἕκαστα .

3 Leave a comment on paragraph 3 0 3. He enjoys the report and praises them…
ἐμεγαληγόρουν. ὁ δὲ διήκουέ τε ἡδέως πάντων ἃ ἐβούλοντο λέγειν: ἔπειτα δὲ καὶ ἐπῄνεσεν αὐτοὺς οὕτως: ἀλλὰ καὶ δῆλοί τοι, ἔφη, ἐστὲ ὅτι ἄνδρες ἀγαθοὶ ἐγένεσθε: καὶ γὰρ μείζους φαίνεσθε καὶ καλλίους καὶ γοργότεροι ἢ πρόσθεν ἰδεῖν.

4 Leave a comment on paragraph 4 0 4. He asks about the extent of their travels and the nature of the country…
ἐκ δὲ τούτου ἐπυνθάνετο ἤδη αὐτῶν καὶ ὁπόσην ὁδὸν διήλασαν καὶ εἰ οἰκοῖτο ἡ χώρα. οἱ δ᾽ ἔλεγον ὅτι καὶ πολλὴν διελάσειαν καὶ πᾶσα οἰκοῖτο καὶ μεστὴ εἴη καὶ οἰῶν καὶ αἰγῶν καὶ βοῶν καὶ ἵππων καὶ σίτου καὶ πάντων ἀγαθῶν.

5 Leave a comment on paragraph 5 0 5. He says that they must become masters but also insure that the locals continue to cultivate the land…
δυοῖν ἄν, ἔφη, ἐπιμελητέον ἡμῖν εἴη, ὅπως τε κρείττους ἐσόμεθα τῶν ταῦτα ἐχόντων καὶ ὅπως αὐτοὶ μενοῦσιν: οἰκουμένη μὲν γὰρ χώρα πολλοῦ ἄξιον κτῆμα: ἐρήμη δ᾽ ἀνθρώπων οὖσα ἐρήμη καὶ τῶν ἀγαθῶν γίγνεται.

6 Leave a comment on paragraph 6 0 6. He explains that those who surrendered should be released to work the land…
τοὺς μὲν οὖν ἀμυνομένους, ἔφη, οἶδα ὅτι κατεκάνετε, ὀρθῶς ποιοῦντες: τοῦτο γὰρ μάλιστα σῴζει τὴν νίκην: τοὺς δὲ παραδιδόντας αἰχμαλώτους ἠγάγετε: οὓς εἰ ἀφείημεν, τοῦτ᾽ αὖ σύμφορον ἄν, ὡς ἐγώ φημι, ποιήσαιμεν:

7 Leave a comment on paragraph 7 0 7. This would relieve them of having to guard them and supply them with food…
πρῶτον μὲν γὰρ νῦν οὐκ ἂν φυλάττεσθαι οὐδὲ φυλάττειν ἡμᾶς τούτους δέοι, οὐδ᾽ αὖ σιτοποιεῖν τούτοις: οὐ γὰρ λιμῷ γε δήπου κατακανοῦμεν αὐτούς: ἔπειτα δὲ τούτους ἀφέντες πλείοσιν αἰχμαλώτοις χρησόμεθα.

8 Leave a comment on paragraph 8 0 8. Others will be more likely to submit rather than fight…
ἢν γὰρ κρατῶμεν τῆς χώρας, πάντες ἡμῖν οἱ ἐν αὐτῇ οἰκοῦντες αἰχμάλωτοι ἔσονται: μᾶλλον δὲ τούτους ζῶντας ἰδόντες καὶ ἀφεθέντας μενοῦσιν οἱ ἄλλοι καὶ πείθεσθαι αἱρήσονται μᾶλλον ἢ μάχεσθαι. ἐγὼ μὲν οὖν οὕτω γιγνώσκω: εἰ δ᾽ ἄλλο τις ὁρᾷ ἄμεινον, λεγέτω. οἱ δὲ ἀκούσαντες συνῄνουν ταῦτα ποιεῖν.

9 Leave a comment on paragraph 9 0 9. Cyrus addresses the prisoners…
οὕτω δὴ ὁ Κῦρος καλέσας τοὺς αἰχμαλώτους λέγει τοιάδε:

10 Leave a comment on paragraph 10 0 10. He offers to restore them to their wives and homes…
ἄνδρες, ἔφη, νῦν τε ὅτι ἐπείθεσθε τὰς ψυχὰς περιεποιήσασθε, τοῦ τε λοιποῦ, ἢν οὕτω ποιῆτε, οὐδ᾽ ὁτιοῦν καινὸν ἔσται ὑμῖν ἀλλ᾽ ἢ οὐχ ὁ αὐτὸς ἄρξει ὑμῶν ὅσπερ καὶ πρότερον: οἰκήσετε δὲ τὰς αὐτὰς οἰκίας καὶ χώραν τὴν αὐτὴν ἐργάσεσθε καὶ γυναιξὶ ταῖς αὐταῖς συνοικήσετε καὶ παίδων τῶν ὑμετέρων ἄρξετε ὥσπερ νῦν: ἡμῖν μέντοι οὐ μαχεῖσθε οὐδὲ ἄλλῳ οὐδενί:

11 Leave a comment on paragraph 11 0 11. He offers them protection…
ἡνίκα δ᾽ ἄν τις ὑμᾶς ἀδικῇ, ἡμεῖς ὑπὲρ ὑμῶν μαχούμεθα. ὅπως δὲ μηδ᾽ ἐπαγγέλλῃ μηδεὶς ὑμῖν στρατεύειν, τὰ ὅπλα πρὸς ἡμᾶς κομίσατε: καὶ τοῖς μὲν κομίζουσιν ἔσται εἰρήνη καὶ ἃ λέγομεν ἀδόλως: ὁπόσοι δ᾽ ἂν τὰ πολεμικὰ μὴ ἀποφέρωσιν ὅπλα, ἐπὶ τούτους ἡμεῖς καὶ δὴ στρατευσόμεθα.

12 Leave a comment on paragraph 12 0 12. He offers to treat them as friends rather than slaves…
ἐὰν δέ τις ὑμῶν καὶ ἰὼν ὡς ἡμᾶς εὐνοϊκῶς καὶ πράττων τι καὶ διδάσκων φαίνηται, τοῦτον ἡμεῖς ὡς εὐεργέτην καὶ φίλον, οὐχ ὡς δοῦλον περιέψομεν. ταῦτ᾽ οὖν, ἔφη, αὐτοί τε ἴστε καὶ τοῖς ἄλλοις διαγγέλλετε.

13 Leave a comment on paragraph 13 0 13. He instructs them to inform him of others who are not willing to accept his terms…
ἢν δ᾽ ἄρα, ἔφη, ὑμῶν βουλομένων ταῦτα μὴ πείθωνταί τινες, ἐπὶ τούτους ἡμᾶς ἄγετε, ὅπως ὑμεῖς ἐκείνων, μὴ ἐκεῖνοι ὑμῶν ἄρχωσιν. ὁ μὲν δὴ ταῦτ᾽ εἶπεν: οἱ δὲ προσεκύνουν τε καὶ ὑπισχνοῦντο ταῦτα ποιήσειν.

page 22